Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.52 Joseph. BJ 7.60 (English) >>Joseph. BJ 7.66

7.56καὶ τοὺς Ἀντιοχεῖς, εἰ καὶ μὴ πρότερον εἶχον πρὸς αὐτοὺς ἀπεχθῶς, τάχιστα τῇ διαβολῇ παρὰ τὴν ἐκ τοῦ συμβεβηκότος ταραχὴν ὑπαχθέντας πολὺ

-- --

μᾶλλον ἐκ τῶν προϋπηργμένων τοῖς ὑπʼ αὐτοῦ λεγομένοις πιστεύειν παρεσκεύασεν, ὡς μόνον οὐκ αὐτοὺς τὸ πῦρ ἐνιέμενον ὑπὸ τῶν Ἰουδαίων ἑωρακότας, 7.57καὶ καθάπερ ἐμμανεῖς γεγενημένοι μετὰ πολλοῦ τινος οἴστρου πάντες ἐπὶ τοὺς διαβεβλημένους ὥρμηντο. 7.58μόλις δʼ αὐτῶν ἐδυνήθη τὰς ὁρμὰς ἐπισχεῖν Ναῖος Κολλήγας τις πρεσβευτής, ἀξιῶν ἐπιτρέψαι Καίσαρι δηλωθῆναι περὶ τῶν γεγονότων· 7.59τὸν γὰρ ἡγεμονεύοντα τῆς Συρίας Καισέννιον Παῖτον ἤδη μὲν Οὐεσπασιανὸς ἐξαπεστάλκει, συνέβαινε δὲ παρεῖναι μηδέπω. 7.60ποιούμενος δὲ ἐπιμελῆ τὴν ἀναζήτησιν Κολλήγας ἐξεῦρε τὴν ἀλήθειαν, καὶ τῶν μὲν τὴν αἰτίαν ὑπʼ Ἀντιόχου λαβόντων Ἰουδαίων οὐδεὶς οὐδʼ ἐκοινώνησεν, 7.61ἅπαν δὲ τοὖργον ἔπραξαν ἄνθρωποί τινες ἀλιτήριοι διὰ χρεῶν ἀνάγκας νομίζοντες, εἰ τὴν ἀγορὰν καὶ τὰ δημόσια καταπρήσειαν γράμματα, τῆς ἀπαιτήσεως ἀπαλλαγὴν ἕξειν. 7.62Ἰουδαῖοι μὲν οὖν ἐπὶ μετεώροις ταῖς αἰτίαις τὸ μέλλον ἔτι καραδοκοῦντες ἐν φόβοις χαλεποῖς ἀπεσάλευον. 7.63

Τίτος δὲ Καῖσαρ τῆς περὶ τοῦ πατρὸς ἀγγελίας αὐτῷ κομισθείσης, ὅτι πάσαις μὲν ποθεινὸς ταῖς κατὰ τὴν Ἰταλίαν πόλεσιν ἐπῆλθεν, μάλιστα δʼ Ῥώμη μετὰ πολλῆς αὐτὸν ἐδέξατο προθυμίας καὶ λαμπρότητος, εἰς πολλὴν χαρὰν καὶ θυμηδίαν ἐτράπετο, τῶν περὶ αὐτοῦ φροντίδων ὡς ἥδιστον ἦν ἀπηλλαγμένος.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.52 Joseph. BJ 7.60 (English) >>Joseph. BJ 7.66

Powered by PhiloLogic